Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,
- πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.
- τί νιν προσείπω, κἂν τύχω μάλ᾽ εὐστομῶν;
- ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον
- δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν,
- ἄρκυν τ᾽[*](τ᾽ Hermann: δ᾽ M) ἂν εἴποις καὶ ποδιστῆρας πέπλους.