Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
Κλυταιμνήστρα
  1. ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
Ὀρέστης
  1. καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν[*](ἐπώρσυνεν M) μόρον.
Κλυταιμνήστρα
  1. οὐδὲν σεβίζει[*](σὲ βίζηι M, σεβίζηι m) γενεθλίους ἀράς, τέκνον;
Ὀρέστης
  1. τεκοῦσα γάρ μ᾽ ἔρριψας ἐς τὸ δυστυχές.
Κλυταιμνήστρα
  1. οὔτοι σ᾽ ἀπέρριψ᾽ ἐς δόμους δορυξένους.
Ὀρέστης
  1. αἰσχρῶς[*](αἰσχρῶς Heath: διχῶς M) ἐπράθην ὢν ἐλευθέρου πατρός.
Κλυταιμνήστρα
  1. ποῦ δῆθ᾽ ὁ τῖμος, ὅντιν᾽ ἀντεδεξάμην;
Ὀρέστης
  1. αἰσχύνομαί σοι[*](σοι Canter: σου M) τοῦτ᾽ ὀνειδίσαι σαφῶς.
Κλυταιμνήστρα
  1. ἀλλ᾽[*](ἀλλ᾽ Hermann: μὴ ἀλλ᾽ M (μὴ e v. 919)) εἴφ᾽ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
Ὀρέστης
  1. μὴ ᾽λεγχε τὸν πονοῦντ᾽ ἔσω καθημένη.
Κλυταιμνήστρα
  1. ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
Ὀρέστης
  1. τρέφει δέ γ᾽ ἀνδρὸς μόχθος ἡμένας ἔσω.
Κλυταιμνήστρα
  1. κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.
Ὀρέστης
  1. σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
Κλυταιμνήστρα
  1. ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
Ὀρέστης
  1. τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
Κλυταιμνήστρα
  1. ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
Ὀρέστης
  1. πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει[*](σοὐρίζει Elmsley: σ᾽ ὁρίζει M) μόρον.[*](cf. ad 887)[*](Post 929 Klyt. responsum excidisse putat Wellauer)
Κλυταιμνήστρα
  1. οἲ ᾽γὼ τεκοῦσα τόνδ᾽ ὄφιν ἐθρεψάμην.