Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος:
- εἰδῶμεν εἰ[*](εἰ Turnebus: ἢ M) νικῶμεν, ἢ νικώμεθα:
- ἐνταῦθα γὰρ δὴ τοῦδ᾽ ἀφικόμην κακοῦ.
- σὲ καὶ ματεύω: τῷδε δ᾽ ἀρκούντως ἔχει.
- οἲ ᾽γώ. τέθνηκας, φίλτατ᾽ Αἰγίσθου βία.
- φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
- κείσει. θανόντα δ᾽ οὔτι μὴ προδῷς ποτε.
- Πυλάδη, τί δράσω; μητέρ᾽ αἰδεσθῶ κτανεῖν;
- κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
- ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.
- καὶ ζῶντα γάρ νιν κρείσσον᾽[*](κρείσσον᾽ Turnebus: κρέσσον᾽ M) ἡγήσω πατρός:
- τούτῳ θανοῦσα ξυγκάθευδ᾽, ἐπεὶ φιλεῖς
- τὸν ἄνδρα τοῦτον, ὃν δ᾽ ἐχρῆν φιλεῖν στυγεῖς.
- ἐγώ σ᾽ ἔθρεψα, σὺν[*](σὺν Auratus: νῦν M) δὲ γηράναι θέλω.