Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἐή, ὀτοτοτοῖ.
- ἔα ἔα μάλα:
- πῶς ἔχει; πῶς κέκρανται δόμοις;
- ἀποσταθῶμεν[*](ἀποσταθῶμεν Robortello: ἀποσταθῶ μὲν M, ἄπο σταθῶ μὲν m) πράγματος τελουμένου,
- ὅπως δοκῶμεν τῶνδ᾽ ἀναίτιαι κακῶν
- εἶναι: μάχης γὰρ δὴ κεκύρωται τέλος.
- οἴμοι, πανοίμοι[*](πανοίμοι Porson: πᾶν οἴμοι (ut videtur in rasura) M) δεσπότου πεπληγμένου:[*](πεπληγμένου Schütz: τελουμένου (ex 872) M)
- οἴμοι μάλ᾽ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
- Αἴγισθος οὐκέτ᾽ ἔστιν. ἀλλ᾽ ἀνοίξατε
- ὅπως τάχιστα, καὶ γυναικείους πύλας
- μοχλοῖς χαλᾶτε: καὶ μάλ᾽ ἡβῶντος δὲ δεῖ,
- οὐχ ὥστ᾽[*](ὥστ᾽ Porson: ὡς δ᾽ M) ἀρῆξαι διαπεπραγμένῳ:[*](διαπεπραγμένῳ e schol. Turnebus: διαπεπραγμένων M) τί γάρ;
- ἰοὺ ἰού.
- κωφοῖς ἀυτῶ και καθεύδουσιν μάτην
- ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;
- ἔοικε νῦν αὖ τῆσδ᾽[*](αὖ τῆσδ᾽ Martin: αὐτῆ M) ἐπιξήνου[*](ἐπιξήνου Abresch: ἐπὶ ξυροῦ M) πέλας αὐχὴν πεσεῖσθαι πρὸς δίκην[*](δίκην M (sic M)) πεπληγμένος.
- τί δ᾽ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
- τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
- οἲ ᾽γώ.[*](οἶ ἐγώ M (idem error 893, 928)) ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
- δόλοις ὀλούμεθ᾽, ὥσπερ οὖν ἐκτείναμεν.