Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
- τάδ᾽ ἐπευχομένη κἀπιθεάζουσ᾽,[*](κἀπιθοάζουσα M, οα in litura)
- ὑπὸ δ᾽ εὐνοίας
- πῶς ἴσον εἰποῦσ᾽ ἀνύσωμαι;
- νῦν γὰρ μέλλουσι μιανθεῖσαι
- πειραὶ κοπάνων ἀνδροδαΐκτων
- ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
- οἴκων ὄλεθρον διὰ παντός,
- ἢ πῦρ καὶ φῶς ἐπ᾽ ἐλευθερίᾳ
- δαίων ἀρχάς τε πολισσονόμους
- πατέρων θ᾽ ἕξει[*](πατέρων θ᾽ ἕξει Weil: ἕξει πατέρων M) μέγαν ὄλβον.
- τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
- δισσοῖς μέλλει θεῖος[*](θεῖος Turnebus: θείοις M) Ὀρέστης
- ἅψειν. εἴη δ᾽ ἐπὶ νίκῃ.