Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- Περσέως τ᾽ ἐν φρεσὶν
- καρδίαν ἀνασχεθών,[*](ἀνασχεθών Grotefend: σχεθὼν M)
- τοῖς θ᾽[*](θ᾽ Robortell: δ᾽ M) ὑπὸ χθονὸς φίλοις,[*](φίλοισι M)
- †τοῖς τ᾽ ἄνωθεν προπάσσων
- χάριτας[*](χάριτας Schütz: χάριτος M) ὀργᾶς λυγρᾶς,[*](λυγρᾶς Blomfield: λυπρᾶς M) ἔνδοθεν
- φόνιαν ἄταν τίθει,[*](τίθει Davies: τιθεὶς M) τὸν αἴτιον δ᾽
- ἐξαπολλύων[*](ἐξαπολλύων Heimsoeth: ἐξαπολλὺς M μόρου Turnebus: μόρον M) μόρου†.[*](Post 837 iterat vv. 827-30 Schneider)
- ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ᾽ ὑπάγγελος:
- νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς
- ξένους μολόντας οὐδαμῶς ἐφίμερον,[*](ἐφήμερον mutatum in ἐφίμερον M)
- μόρον δ᾽ Ὀρέστου. καὶ τόδ᾽ ἀμφέρειν δόμοις
- γένοιτ᾽ ἂν ἄχθος δειματοσταγὲς[*](δειματοσταγὲς Victorius: δειματοστάγ᾽ ἐς M) φόνῳ
- τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις.[*](ἐλκαίνουσι καὶ δεδηγμένοις Bamberger: e)lkai/nonti kai\ dedhgme/nw| M)
- πῶς ταῦτ᾽ ἀληθῆ καὶ βλέποντα δοξάσω;
- ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι
- πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην;
- τί τῶνδ᾽ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;
- ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων