Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔλακον, ὦ Ζεῦ, σύ[*](ὦ Ζεῦ, σύ Hermann: *zeu= su\ de\ M) νιν φυλάσσοις.
Χορός
  1. ἐέ, πρὸ δὲ δὴ ᾽χθρῶν
  2. τὸν ἔσωθεν μελάθρων, Ζεῦ,[*](τὸν ἔσωθεν μελάθρων, Ζεῦ Seidler: τῶν ἔσω μελάθρων, ὦ Ζεῦ M)
  3. θές, ἐπεί νιν[*](νιν Seidler: μιν M) μέγαν ἄρας,
  4. δίδυμα καὶ τριπλᾶ
  5. παλίμποινα θέλων ἀμείψει.
Χορός
  1. ἴσθι[*](ἴσχε Pauw: ἴσθι M) δ᾽ ἀνδρὸς φίλου πῶλον εὖ-
  2. νιν ζυγέντ᾽ ἐν ἅρμασιν[*](ἅρμασιν e schol. Hermann: ἅρματι M)
  3. πημάτων, ἐν δρόμῳ προστιθεὶς
  4. μέτρον. τίς ἂν σῳζόμενον ῥυθμὸν
  5. τοῦτ᾽ ἴδοι διὰ πέδον[*](ἴδοι διὰ πέδον Blomfield: ἰδεῖν δάπεδον M)
  6. ἀνομένων βημάτων ὄρεγμα;[*](Post 799 iterat vv. 798-93 Schneider)
Χορός
  1. οἵ τ᾽ ἔσω[*](ἔσω Hermann: ἔσωθε M) δωμάτων
  2. πλουτογαθῆ[*](πλουτογαθῆ Turnebus: πλουταγαθῆ M) μυχὸν ἐνίζετε,[*](ἐνίζτε Hermann: νουίζετε M)
  3. κλῦτε,[*](κλῦτε Dindorf: κλύετε M) σύμφρονες θεοί:
  4. [ἄγετε[*](ἄγετε seclusit Schütz)] τῶν πάλαι πεπραγμένων[*](πεπραγμένων secludit Hermann, qui versum post 804 putat excidisse)
  5. λύσασθ᾽[*](λύσασθ᾽] λούσαθ᾽ Wecklein) αἷμα προσφάτοις δίκαις.
  6. γέρων φόνος μηκέτ᾽ ἐν δόμοις τέκοι.
Χορός
  1. τὸ δὲ[*](τὸ δὲ Robortello: τόδε M) καλῶς κτίμενον[*](κτίμενον Bamberger: κτάμενον M) ὦ μέγα ναίων
  2. στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,