Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. εἰ[*](εἰ Turnebus: ἢ M) ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.
Τροφός
  1. ἄγειν κελεύει δορυφόρους ὀπάονας.
Χορός
  1. μή νυν σὺ ταῦτ᾽ ἄγγελλε δεσπότου στύγει:
  2. ἀλλ᾽ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,
  3. ἄνωχθ᾽ ὅσον τάχιστα γηθούσῃ[*](γηθούσῃ Pauw: γαθούσῃ Turnebus: τάχιστ᾽ ἀγαθούσῃ M) φρενί.
  4. ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται[*](ὀρθοῦται λόγος (auctore Musgravio) Porson: ὀρθούσῃ φρενί (e 772) M) λόγος.
Τροφός
  1. ἀλλ᾽ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
Χορός
  1. ἀλλ᾽ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.
Τροφός
  1. καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
Χορός
  1. οὔπω: κακός γε μάντις ἂν γνοίη τάδε.
Τροφός
  1. τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;
Χορός
  1. ἄγγελλ᾽[*](ἄγγελλ᾽ Robortello; ἄγγελ᾽ M) ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
  2. μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ[*](μέλει ... μέλῃ Turnebus: μέλλει ... μέλλῃ M) πέρι.
Τροφός
  1. ἀλλ᾽ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
  2. γένοιτο δ᾽ ὡς ἄριστα σὺν θεῶν δόσει.
Χορός
  1. νῦν παραιτουμένᾳ μοι,[*](παραιτουμένᾳ μοι Turnebus: παραιτουμέν᾽ ἐμοὶ M) πάτερ
  2. Ζεῦ θεῶν Ὀλυμπίων,
  3. δὸς τύχας εὖ τυχεῖν[*](εὖ τυχεῖν Bamberger: τυχεῖν δέ μου M) κυρίως
  4. τὰ σώφρον᾽[*](σώφρον᾽ εῦͅ Hermann: σωφροσυνευ M) εὖ μαιομένοις ἰδεῖν.
  5. διὰ δίκας[*](διὰ δίκας Pauw: διαδικᾶσαι M: κὰδ δίκαν scholio putat indicari Hermann) πᾶν ἔπος[*](ἅπαν ἔπος Weil)