Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά:
- φίλον δ᾽ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
- ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—
- κἀκ[*](κἀκ Portus: καὶ M) νυκτιπλάγκτων ὀρθίων κελευμάτων
- καὶ πολλὰ καὶ μοχθήρ᾽ ἀνωφέλητ᾽ ἐμοὶ
- τλάσῃ:—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
- τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός:
- οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ὢν ἐν σπαργάνοις,
- εἰ[*](εἰ Stanley: ἢ M) λιμός, ἢ δίψη τις, ἢ λιψουρία
- ἔχει: νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
- τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι,
- ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
- γναφεὺς τροφεύς[*](τροφεύς Robortello: στροφεύς M) τε ταὐτὸν εἰχέτην τέλος.
- ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
- ἔχουσ᾽ Ὀρέστην ἐξεδεξάμην πατρί:[*](πατρί M: ός suprascr. m)
- τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
- στείχω[*](στείχων M) δ᾽ ἐπ᾽ ἄνδρα τῶνδε λυμαντήριον
- οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.[*](τόνδε ... λόγον Blomfield: τῶνδε ... λόγων M)
- πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;
- ἦ πῶς;[*](ἦ πῶς;] ἦ Wellauer: ἢ M: fort. ὅπως; Valckenär) λέγ᾽ αὖθις, ὡς μάθω σαφέστερον.