Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- [καὶ τὸν νύχιον[*](καὶ τὸν νύχιον seclusit Hermann)] τοῖσδ᾽ ἐφοδεῦσαι
- ξιφοδηλήτοισιν ἀγῶσιν.
- ἔοικεν ἁνὴρ[*](ἁνὴρ Proson: ἀνὴρ M) ὁ ξένος τεύχειν κακόν:
- τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην.
- ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
- λύπη δ᾽ ἄμισθός ἐστί σοι ξυνέμπορος;
- Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις[*](τοῖς ξίνοις Pauw: τοὺς ξένους M) καλεῖν
- ὅπως τάχιστ᾽ ἄνωγεν, ὡς σαφέστερον
- ἀνὴρ ἀπ᾽ ἀνδρὸς τὴν νεάγγελτον φάτιν
- ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας
- †θέτο σκυθρωπῶν[*](θέτο σκυθρωπῶν] θέτο σκυθρωπὸν M: θετοσκυθρωπὸν Erfurdt: θετοσκυθρωπῶν Conington: θέτο σκυθρωπῶν Victorius: fort. sub θέτο latet adiect. cum γέλων constructus, vel adverb.) ἐντὸς ὀμμάτων γέλων
- κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς
- κείνῃ,[*](κείνη M) δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,
- φήμης ὕφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
- ἦ δὴ κλύων ἐκεῖνος[*](ἐκεῖνος Robortello: ἐκεῖνον M) εὐφρανεῖ νόον,
- εὖτ᾽ ἂν πύθηται μῦθον. ὦ τάλαιν᾽ ἐγώ:
- ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
- ἄλγη δύσοιστα τοῖσδ᾽ ἐν Ἀτρέως δόμοις
- τυχόντ᾽ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
- ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἠνεσχόμην.[*](ἠνεσχόμην Butler: ἀνεσχόμην M)