Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐδ᾽ ἧσσον ἂν γένοιο δώμασιν φίλος.
  2. ἄλλος δ᾽ ὁμοίως ἦλθεν ἂν τάδ᾽ ἀγγελῶν.
  3. ἀλλ᾽ ἔσθ᾽ ὁ καιρὸς ἡμερεύοντας ξένους
  4. μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.
  5. ἄγ᾽ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,
  6. ὀπισθόπους τε[*](τε] δὲ M) τόνδε καὶ ξυνέμπορον:[*](ὀπισθόπουν ... τόνδε ... ξυνέμπορον Pauw: ὀπισθόπους ... τούσδε ... ξυνεμπόρους M)
  7. κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.
  8. αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ[*](ὑπευθύνῳ Turnebus: ἐπευθύνῳ M) τάδε.
  9. ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων
  10. κοινώσομέν τε κοὐ σπανίζοντες φίλων
  11. βουλευσόμεσθα[*](βουλευσόμεσθα Stephanus: βουλευόμεθα M) τῆσδε συμφορᾶς πέρι.
Χορός
  1. εἶεν, φίλιαι δμωίδες οἴκων,
  2. πότε δὴ στομάτων
  3. δείξομεν ἰσχὺν ἐπ᾽ Ὀρέστῃ;
  4. ὦ πότνια χθὼν καὶ πότνι᾽ ἀκτὴ
  5. χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ
  6. σώματι κεῖσαι τῷ βασιλείῳ,
  7. νῦν ἐπάκουσον, νῦν ἐπάρηξον:
  8. νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν[*](δολίαν Pauw: δολία M)
  9. ξυγκαταβῆναι, χθόνιον δ᾽ Ἑρμῆν[*](Ε᾽ρμῆν Turnebus: ἑρμῆα M)