Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τοσαῦτ᾽ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
  2. τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
  3. οὐκ οἶδα, τὸν τεκόντα δ᾽ εἰκὸς εἰδέναι.
Κλυταιμνήστρα
  1. οἲ ʼγώ, κατ᾽ ἄκρας εἶπας[*](εἶπας Bamberger: ἐνπᾶσ᾽ M) ὡς πορθούμεθα.
  2. ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
  3. ὡς πόλλ᾽ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα
  4. τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,
  5. φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.
  6. καὶ νῦν Ὀρέστης, ἦν γὰρ εὐβούλως ἔχων,
  7. ἔξω κομίζων[*](κομίζων e schol. Robortello: νομίζων M) ὀλεθρίου πηλοῦ πόδα,—
  8. νῦν δ᾽ ἥπερ[*](δ́ ἥπερ Scaliger: δήπερ M) ἐν δόμοισι βακχείας καλῆς
  9. ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.[*](προδοῦσαν ἔγγραφε H. L. Ahrens: παροῦσαν ἐγγράφει M)
Ὀρέστης
  1. ἐγὼ μὲν οὖν ξένοισιν ὧδ᾽ εὐδαίμοσιν
  2. κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
  3. γνωστὸς γενέσθαι καὶ ξενωθῆναι: τί γὰρ
  4. ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
  5. πρὸς δυσσεβείας <δ᾽[*](δ᾽ add. Pauw)> ἦν ἐμοὶ τόδ᾽ ἐν φρεσίν,
  6. τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,
  7. καταινέσαντα καὶ κατεξενωμένον.
Κλυταιμνήστρα
  1. οὔτοι κυρήσεις μεῖον ἀξίων[*](ἀξίων Pauw: ἀξίως M) σέθεν,