Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ξένοι, λέγοιτ᾽ ἂν εἴ τι δεῖ: πάρεστι γὰρ
- ὁποῖάπερ δόμοισι τοῖσδ᾽ ἐπεικότα,
- καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτήριος[*](θελκτήριος Ludwig: θελκτήπια M)
- στρωμνή, δικαίων τ᾽ ὀμμάτων παρουσία.
- εἰ δ᾽ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον,
- ἀνδρῶν τόδ᾽ ἐστὶν ἔργον, οἷς κοινώσομεν.
- ξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων:
- στείχοντα δ᾽ αὐτόφορτον οἰκείᾳ σαγῇ[*](οἰκείᾳ σαγῇ Turnebus: οἰκίαις ἄγη M)
- εἰς Ἄργος, ὥσπερ δεῦρ᾽ ἀπεζύγην πόδα,[*](πόδα Dindorf: πόδας M)
- ἀγνὼς πρὸς ἀγνῶτ᾽ εἶπε συμβαλὼν ἀνήρ,
- ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
- Στροφίος ὁ Φωκεύς: πεύθομαι γὰρ ἐν λόγῳ:
- “ἐπείπερ ἄλλως, ὦ ξέν᾽, εἰς Ἄργος κίεις,
- πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
- τεθνεῶτ᾽ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
- εἴτ᾽ οὖν κομίζειν δόξα νικήσει φίλων,
- εἴτ᾽ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
- θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.
- νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
- σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.”