Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- παῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον.
- τίς ἔνδον, ὦ παῖ, παῖ, μάλ᾽ αὖθις, ἐν δόμοις;
- τρίτον τόδ᾽ ἐκπέραμα δωμάτων καλῶ,
- εἴπερ φιλόξεν᾽ ἐστὶν Αἰγίσθου διαί.[*](φιλόξενός τις Αἰγίσθου βία Elmsley)
- εἶεν, ἀκούω: ποδαπὸς ὁ ξένος; πόθεν;
- ἄγγελλε τοῖσι κυρίοισι δωμάτων,
- πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
- τάχυνε δ᾽, ὡς καὶ νυκτὸς ἅρμ᾽ ἐπείγεται
- σκοτεινόν, ὥρα[*](ὥρα Robortello: ὧρα M: ὥραι m) δ᾽ ἐμπόρους καθιέναι
- ἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων.
- ἐξελθέτω τις δωμάτων τελεσφόρος
- γυνὴ τόπαρχος,[*](τόπαρχος G: ταπαρχος (ό supra α scr. m) M) ἄνδρα δ᾽[*](τ᾽ M) εὐπρεπέστερον:
- αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμους
- λόγους τίθησιν: εἶπε θαρσήσας ἀνὴρ
- πρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ.