Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- πόνων, †ἀκαιρως δὲ δυσφιλὲς γαμή-
- λευμ᾽ ἀπεύχετον δόμοις
- γυναικοβούλους τε μήτιδας φρενῶν
- ἐπ᾽ ἀνδρὶ τευχεσφόρῳ,
- ἐπ᾽ ἀνδρὶ δᾴοις ἐπικότῳ[*](δηίοις ἐπικότω M) σέβασ†[*](locus corruptus, coniecturis nondum sanatus: praestat fortasse ἀκαίρως τὸ δυσφιλὲς ... ἐπ᾽ ἀνδρὶ δᾴοισιν ἐμφόβῳ ψέγω: Herwerden)
- τίω[*](τίω Stanley: τίων M) δ᾽ ἀθέρμαντον ἑστίαν δόμων
- γυναικείαν <τ᾽[*](τ᾽ Hermann)> ἄτολμον αἰχμάν.
- τὸ δ᾽ ἄγχι πλευμόνων ξίφος
- διανταίαν ὀξυπευκὲς οὐτᾷ[*](οὐτᾷ Hermann: σοῦται M)
- διαὶ Δίκας. †τὸ μὴ θέμις γὰρ <οὐ>
- λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς
- σέβας παρεκβάντος οὐ θεμιστῶς.[*](corrupta necdum sanata: οὐ seclusit Pauw: πέδοι (Hermann) et οὐ θεμιστῶς (Dindorf) pro πέδον ... ἀθεμίστως M: cetera incerta)†