Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. φροντίσιν δαεὶς,
  2. τὰν ἁ παιδολυ-
  3. μὰς τάλαινα Θεστιὰς μήσατο
  4. πυρδαῆτιν[*](πυρδαῆτιν Hermann: πυρδαν͂ τινα M) πρόνοιαν,
  5. καταίθουσα[*](καταίθουσα Canter: κ᾽ αἴθουσα M) παιδὸς δαφοινὸν
  6. δαλὸν ἥλικ᾽, ἐπεὶ μολὼν
  7. ματρόθεν κελάδησε,
  8. ξύμμετρόν τε διαὶ[*](διαὶ Canter: διὰ M) βίου
  9. μοιρόκραντον[*](μοιρόκραντον Canter: μοιρόκραντος δ᾽ (ν supra ς scr. m) M) ἐς ἆμαρ.
Χορός
  1. ἄλλαν δ᾽ ἔστιν[*](ἄλλαν δ᾽ ἔστιν Hermann: ἀλλα δν́ τιν᾽ M) ἐν λόγοις στυγεῖν
  2. φοινίαν κόραν,[*](κόραν Merkel: σκύλλαν M)
  3. ἅτ᾽ ἐχθρῶν ὑπαὶ
  4. φῶτ᾽ ἀπώλεσεν[*](ἀπώλεσεν Robortello: ἀπόλεσεν M) φίλον Κρητικοῖς
  5. χρυσοκμήτοισιν[*](χρυσοκμήτοισιν Hermann: χρυσεοδμήτοισιν M) ὅρμοις
  6. πιθήσασα[*](πιθήσασα Abresch: πειθήσασα M) δώροισι[*](δώροισι Aldina: δόροισι M) Μίνω,
  7. Νῖσον ἀθανάτας τριχὸς
  8. νοσφίσασ᾽ ἀπροβούλως
  9. πνέονθ᾽[*](πνείονθ᾽ Heath: πνέονθ᾽ M) ἁ κυνόφρων ὕπνῳ.
  10. κιγχάνει[*](κιγχάνει] κι. χάνει eraso γ M) δέ μιν Ἑρμῆς.
Χορός
  1. ἐπεὶ δ᾽ ἐπεμνασάμην[*](ἐπεμνησάμην Heath: ἐπεμνήσαμεν M) ἀμειλίχων