Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τὰ δ᾽ ἄλλα τούτῳ δεῦρ᾽ ἐποπτεῦσαι λέγω,
  2. ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.
Χορός
  1. πολλὰ μὲν γᾶ[*](γᾶ Schütz: γὰρ M) τρέφει
  2. δεινὰ [καὶ[*](καὶ seclusit Heath)] δειμάτων ἄχη,
  3. πόντιαί τ᾽ ἀγκάλαι κνωδάλων
  4. ἀνταίων βρύουσι:[*](βρύουσι Hermann: βροτοῖσι M)
  5. πλάθουσι [βλαστοῦσι[*](βλαστοῦσι seclusit Knick)] καὶ πεδαίχμιοι
  6. λαμπάδες πεδάοροι,[*](πεδάοροι Stanley: πεδάμαροι M)
  7. πτανά τε καὶ πεδοβά-
  8. μονα κἀνεμοέντ᾽ ἂν[*](κἀνεμοέντ᾽ ἂν Blomfield: κἀνεμοέντων M)
  9. αἰγίδων φράσαι κότον.
Χορός
  1. ἀλλ᾽ ὑπέρτολμον ἀν-
  2. δρὸς φρόνημα τίς λέγοι
  3. καὶ γυναικῶν φρεσὶν[*](φρεσὶν Aldina: φρεσσὶν M) τλαμόνων[*](τλαμόνων Dindorf: τλημόνων M) [καὶ[*](καὶ seclusit Klausen)]
  4. παντόλμους ἔρωτας
  5. ἄταισι συννόμους βροτῶν;
  6. ξυζύγους δ᾽ ὁμαυλίας θηλυκρατὴς ἀπέρω-
  7. τος ἔρως παρανικᾷ
  8. κνωδάλων τε καὶ βροτῶν.
Χορός
  1. ἴστω δ᾽ ὅστις οὐχ ὑπόπτερος