Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἄμφω δὲ φωνὴν ἥσομεν[*](ἥσομεν Turnebus: οἴσομεν M) Παρνησσίδα,
- γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
- καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ
- δέξαιτ᾽,[*](δέξαιτ᾽ Turnebus: λέξαιτ᾽ M) ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς:
- μενοῦμεν οὕτως ὥστ᾽ ἐπεικάζειν τινὰ
- δόμους[*](δόμους Boissonade: δόμοις M) παραστείχοντα[*](παραστείχοντα Victorius: παραστίχοντα M) καὶ τάδ᾽ ἐννέπειν:
- “τί δὴ πύλαισι[*](πύλαισι Bolomfield: πύληισι M) τὸν ἱκέτην ἀπείργεται
- Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;”
- εἰ δ᾽ οὖν ἀμείψω βαλὸν[*](βαλὸν (e βαλῶν factum) M) ἑρκείων[*](ἕρκειον (in ἑρκίον mutatum) M) πυλῶν
- κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,
- ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα
- ἀρεῖ,[*](ἀρεῖ Bamberger: ἐρεῖ M) σάφ᾽ ἴσθι, καὶ κατ᾽ ὀφθαλμοὺς βαλεῖ,[*](βαλεῖ Robortello: βαλεῖν M)
- πρὶν αὐτὸν εἰπεῖν “ποδαπὸς ὁ ξένος;” νεκρὸν
- θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
- φόνου δ᾽ Ἐρινὺς οὐχ ὑπεσπανισμένη
- ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
- νῦν[*](νῦν Blomfield: σὺν (ν in rasura) M) οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,
- ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε:
- ὑμῖν δ᾽ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
- σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.