Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν[*](ἐκλιπὼν Blomfield: ἐκλείπων (ex ἐκλείπειν factum) M) ἐμοὶ
  2. οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο,[*](ita Porsonus versum emendavit: οὔφεῖσεπᾶσασπαργανηπλείζετο M)
  3. καὶ μαστὸν[*](μαστὸν Blomfield: μασθὸν M) ἀμφέχασκ᾽ ἐμὸν θρεπτήριον,
  4. θρόμβῳ δ᾽ ἔμειξεν αἵματος φίλον γάλα,
  5. ἡ δ᾽ ἀμφὶ τάρβει τῷδ᾽[*](ἀμφὶ τάρβει τῷδ᾽ Porson: ἀμφιταρβίτωδ᾽ M) ἐπῴμωξεν πάθει,
  6. δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
  7. θανεῖν βιαίως: ἐκδρακοντωθεὶς δ᾽ ἐγὼ
  8. κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.
Χορός
  1. τερασκόπον δὴ[*](δὴ Kirchhoff: δὲ M) τῶνδέ σ᾽ αἱροῦμαι πέρι.
  2. γένοιτο δ᾽ οὕτως. τἄλλα δ᾽ ἐξηγοῦ φίλοις,
  3. τοὺς μέν[*](μέν Stanley: δ᾽ ἕν M) τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
Ὀρέστης
  1. ἁπλοῦς ὁ μῦθος: τήνδε μὲν στείχειν[*](στείχειν Porson: στίχειν M) ἔσω,
  2. αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,
  3. ὡς ἂν δόλῳ κτείναντες[*](κτείναντες Robortello: κτείναντας M) ἄνδρα τίμιον
  4. δόλοισι[*](δόλοισι Hartung: δόλῳ τε M) καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ
  5. θανόντες, ᾗ καὶ Λοξίας ἐφήμισεν,
  6. ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
  7. ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,
  8. ἥξω σὺν ἀνδρὶ τῷδ᾽ ἐφ᾽ ἑρκείους[*](ἐφ᾽ ἑρκείους Turnebus: ἐφερκίους M) πύλας
  9. Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.