Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- οἶδ᾽, ὦ τέκνον, παρῆ[*](παρῆ Proson: πάρει (ει in rasura) M) γάρ: ἔκ τ᾽ ὀνειράτων
- καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
- χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.
- ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι;
- τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει.
- καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
- ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
- ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
- οὔτοι μάταιον ἀνδρὸς ὄψανον πέλει.[*](fort. ἂν τόδ᾽ ὄψανον πέλοι Martin)
- ἀλλ᾽ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
- τοὔνειρον εἶναι τοῦτ᾽ ἐμοὶ τελεσφόρον.
- κρίνω δέ τοί νιν ὥστε συγκόλλως[*](συγκόλλως Victorius: συσκόλως (altero λ supra λ scr.) M) ἔχειν.