Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- καὶ μὴ ᾽ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε.
- οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών:
- παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι
- θανόντι: φελλοὶ δ᾽ ὣς ἄγουσι δίκτυον,
- τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.[*](λίνου M: λίνον m)
- ἄκου᾽, ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα.
- αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.
- καὶ μὴν ἀμεμφῆ τόνδ᾽[*](ἀμεμφῆ τόνδ᾽ Canter, ἐτείνατον Hermann, ἐτεινάτην Blomfield: ἀμόμφητον δέ τινα τὸν M) ἐτείνατον λόγον,
- τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
- τὰ δ᾽ ἄλλ᾽, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
- ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.
- ἔσται: πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου,
- πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου
- μεθύστερον[*](μεθύστερον Victorius: μεθ᾽ ὕστερον M) τιμῶσ᾽ ἀνήκεστον πάθος;
- θανόντι[*](θανόντι Pauw: θανοῦντι M) δ᾽ οὐ φρονοῦντι δειλαία χάρις
- ἐπέμπετ᾽: οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τόδε:[*](τάδε ex τόδε factum M)
- τὰ δῶρα μείω[*](μείω Turnebus: μέσω M) δ᾽ ἐστὶ τῆς ἁμαρτίας.
- τὰ πάντα γάρ τις ἐκχέας ἀνθ᾽ αἵματος
- ἑνός, μάτην ὁ μόχθος: ὧδ᾽ ἔχει λόγος.
- θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε.