Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
  2. κτιζοίατ᾽: εἰ δὲ μή, παρ᾽ εὐδείπνοις ἔσει
  3. ἄτιμος ἐμπύροισι[*](ἐμπύροισι Auratus: ἐν πυροῖσι M) κνισωτοῖς χθονός.
Ἠλέκτρα
  1. κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
  2. οἴσω πατρῴων ἐκ δόμων γαμηλίους:
  3. πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
Ὀρέστης
  1. ὦ Γαῖ᾽, ἄνες μοι πατέρ᾽[*](πατέρ᾽ Robortello: πάτερ M) ἐποπτεῦσαι μάχην.
Ἠλέκτρα
  1. [*](γ᾽ Hermann: τ᾽ M) Περσέφασσα, δὸς δέ γ᾽ εὔμορφον κράτος.
Ὀρέστης
  1. μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
Ἠλέκτρα
  1. μέμνησο δ᾽ ἀμφίβληστρον ὡς ἐκαίνισας[*](ὡς ἐκαίνισας Conington: ᾧ σ᾽ ἐκαίνισαν M)
Ὀρέστης
  1. πέδαις δ᾽ ἀχαλκεύτοις θηρευθείς,[*](γ᾽ ἀχαλκεύτοισι θηρευθείς Conington: δ᾽ ἀχαλκεύτοις ἐθηρεύθης M) πάτερ,—
Ἠλέκτρα
  1. αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
Ὀρέστης
  1. ἆρ᾽ ἐξεγείρει τοῖσδ᾽ ὀνείδεσιν, πάτερ;
Ἠλέκτρα
  1. ἆρ᾽ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;
Ὀρέστης
  1. ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
  2. ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς[*](λαβὰς Canter: βλάβας M) λαβεῖν,
  3. εἴπερ κρατηθείς γ᾽ ἀντινικῆσαι θέλεις.
Ἠλέκτρα
  1. καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς, πάτερ,
  2. ἰδὼν νεοσσοὺς τούσδ᾽ ἐφημένους τάφῳ:
  3. οἴκτιρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόνον,[*](γόον Pauw: γόνον M)