Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τρόμος μ᾽ ὑφέρπει κλύουσαν εὐγμάτων.
- τὸ μόρσιμον μένει πάλαι,
- εὐχομένοις δ᾽ ἂν ἔλθοι.
Χορός- ὦ[*](ὦ Hermann: ἰὼ M) πόνος ἐγγενὴς
- καὶ παράμουσος Ἄτας[*](ἄτας Hermann: ἄτης M)
- αἱματόεσσα πλαγά.
- ἰὼ δύστον᾽ ἄφερτα κήδη:
- ἰὼ δυσκατάπαυστον ἄλγος.
Χορός- δώμασιν ἔμμοτον
- τῶνδ᾽ ἄκος,[*](ἄκος Schütz: ἑκὰς M) οὐδ᾽ ἀπ᾽ ἄλλων
- ἔκτοθεν, ἀλλ᾽ ἀπ᾽ αὐτῶν,
- διώκειν ἔριν[*](διώκειν ἔριν Hermann: αιωμαναιρειν M: δι᾽ ὠμὰν ἔριν Klausen) αἱματηράν.
- θεῶν <τῶν[*](τῶν add. Hermann)> κατὰ γᾶς ὅδ᾽ ὕμνος.
Χορός- ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,
- τῆσδε κατευχῆς πέμπετ᾽ ἀρωγὴν
- παισὶν προφρόνως ἐπὶ νίκῃ.[*](personarum notae desunt in M)[*](νίκῃ Portus: νίκην M)
Ὀρέστης- πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,
- αἰτουμένῳ[*](αἰτουμένῳ turnebus: αἰτούμενος M) μοι δὸς κράτος τῶν σῶν δόμων.
Ἠλέκτρα- κἀγώ, πάτερ, τοιάνδε[*](τοιάνδε Turnebus: τοιάδε M) σου χρείαν ἔχω,
- φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ <φθόρον[*](φθόρον add. Hermann: iambus deest M)>.