Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- λέγεις πατρῷον μόρον: ἐγὼ δ᾽ ἀπεστάτουν
- ἄτιμος, οὐδὲν ἀξία.
- μυχῷ[*](μυχῷStanley: μυχοῦ M) δ᾽ ἄφερκτος πολυσινοῦς κυνὸς δίκαν
- ἑτοιμότερα γέλωτος ἀνέφερον λίβη,
- χέουσα[*](χέουσα Dobree: χαίρουσα (αι in rasura) M) πολύδακρυν γόον κεκρυμμένα.
- τοιαῦτ᾽ ἀκούων ἐν φρεσὶν γράφου, <πάτερ.[*](πάτερ scripsi: iambus deest in fine v. M)>
- σὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις.[*](φίλοις Porson: φίλοισι M)
- ἐγὼ δ᾽ ἐπιφθέγγομαι κεκλαυμένα.
- στάσις δὲ πάγκοινος ἅδ᾽ ἐπιρροθεῖ:
- ἄκουσον ἐς φάος μολών,
- ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.