Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἄσαντος ἐκ ματρός ἐστι θυμός.
Χορός
  1. ἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίας[*](Χο. add. Müller ῎Αριον Hermann, ἔν τε Bothe, Κισσίασͅ Robortello: ἄρειον εἴτε κισσίαις M)
  2. νόμοις ἰηλεμιστρίας,[*](νόμοις ἰηλεμιστρίας Hermann: νόμοισιλεμιστρίας M)
  3. ἀπριγδόπληκτα πολυπλάνητα[*](ἀπριγδόπληκτα πολυπλάνητα Blomfield: ἄπριγκτοι πληκτὰ πολυπάλαγκτα M) δ᾽ ἦν[*](δ᾽ ἦν Robortello: δὴν M) ἰδεῖν
  4. ἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματα
  5. ἄνωθεν ἀνέκαθεν, κτύπῳ δ᾽ ἐπερρόθει
  6. κροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
Ἠλέκτρα
  1. ἰὼ[*](Ηλ. add. Müller ἰὼ Paley: ἰὼ ἰὼ M) δαΐα
  2. πάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖς
  3. ἄνευ πολιτᾶν ἄνακτ᾽,
  4. ἄνευ δὲ πενθημάτων
  5. ἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.
Ὀρέστης
  1. ταφὰς ἀτίμους[*](ταφὰἀτίμους Scripsi: τὸ πᾶν ἀτίμως M: ταφὰν ἀτίμων Verrall) ἔλεξας, οἴμοι.
  2. πατρὸς δ᾽ ἀτίμωσιν ἆρα[*](ἆρα Heath: ἀρὰ M) τείσει
  3. ἕκατι μὲν δαιμόνων,
  4. ἕκατι δ᾽ ἀμᾶν χερῶν.
  5. ἔπειτ᾽ ἐγὼ νοσφίσας ὀλοίμαν.[*](ὀλοίμαν turnebus: ἑλοιμαν M)
Χορός
  1. ἐμασχαλίσθη[*](ἐμασχαλίσθη Robortello: ἐμασχαλίσθης M) δέ γ᾽, ὡς τόδ᾽ εἰδῇς,[*](δέ γ᾽ Hermann, ὡς ... εἰδῇς Canter, τόδ᾽ Pauw: δὲ τωστοστείδης M)
  2. ἔπρασσε δ᾽ ᾇπέρ[*](ᾇπέρ Portus: ἅπερ M) νιν ὧδε θάπτει,
  3. μόρον κτίσαι[*](κτίσαι Stanley: κτεῖναι (ν in rasura) M) μωμένα