Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- πόποι δᾶ[*](πόποι δᾶ Bamberger: ποῖποῖδὴ M) νερτέρων τυραννίδες <τ᾽>,[*](τ᾽ add. paley)
- ἴδετε πολυκρατεῖς Ἀραὶ τεθυμένων,[*](τεθυμένων Hermann: φθειμένων (ι supra ει scr. m) M)
- ἴδεσθ᾽ Ἀτρειδᾶν τὰ λοίπ᾽ ἀμηχάνως
- ἔχοντα καὶ δωμάτων
- ἄτιμα. πᾷ τις τράποιτ᾽ ἄν,[*](πετιστραποιταν M, in margine correxit m) ὦ Ζεῦ;
- πέπαλται[*](πέπαλται Turnebus: πεπάλατε, αι supra scr., M) δ᾽ αὖτέ μοι φίλον κέαρ
- τόνδε κλύουσαν οἶκτον.
- καὶ τότε μὲν δύσελπις,
- σπλάγχνα δέ μοι[*](μοι Schütz: μου M) κελαινοῦ-
- ται πρὸς ἔπος κλυούσᾳ.
- ὅταν δ᾽ αὖτ᾽ ἐπ᾽ ἀλκῆς ἐπάρῃ <μ᾽
- ἐλπίς,> ἀπέστασεν ἄχος
- προσφανεῖσά[*](ἐπ᾽ ἀλκῆς ἐπάρῃ Paley, μ᾽ add. Conington, ἐλπίς Blomfield, προσφανεῖσα Bamberger: ἐπαλκὲς φραρεαπέστασεν ἄχος πρὸς τὸ φανεῖσφαι M) μοι καλῶς.