Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἵκεθ᾽[*](ἵκετο M) ἅπερ τι[*](τι Schütz: τε M) βέλος.
- Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
- ὑστερόποινον ἄταν
- βροτῶν τλάμονι καὶ πανούργῳ
- χειρί, τοκεῦσι δ᾽ ὅμως τελεῖται.
Χορός- ἐφυμνῆσαι γένοιτό μοι πυκά-
- εντ᾽[*](πυκάεντ᾽ Dindorf: πευκήεντ᾽ M) ὀλολυγμὸν ἀνδρὸς
- θεινομένου, γυναικός τ᾽
- ὀλλυμένας: τί γὰρ κεύθω φρενὸς οἷον[*](οἷον Hermann: θεῖον M) ἔμπας
- ποτᾶται; πάροιθεν δὲ πρῴρας
- δριμὺς ἄηται κραδίας[*](κραδίας Hermann: καρδίαδς M)
- θυμὸς ἔγκοτον στύγος.
Ὀρέστησ???- καὶ πότ᾽[*](καὶ πότ᾽ correctum in καί τοτ᾽ M) ἂν ἀμφιθαλὴς
- Ζεὺς ἐπὶ χεῖρα βάλοι,
- φεῦ φεῦ, κάρανα δαΐξας;
- πιστὰ γένοιτο χώρᾳ.
- δίκαν δ᾽ ἐξ ἀδίκων ἀπαιτῶ.
- κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.[*](Γᾶ χθονίων τε τιμαί H. L. Ahrens: ταχθονίων τετιμαι (έν supra μᾳι scr. m) M)
Χορός- ἀλλὰ νόμος[*](ἀλλὰ νόμος Turnebus: ἀλλ᾽ ἄνομος M) μὲν φονίας σταγόνας
- χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν