Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μόριμον λάχος πιπλάντων[*](πιπλάντων Heath: πιμπλάντων M)
  2. χειροῖν[*](χειροῖν] χεροῖν M) πεισιβρότοῳ τε βάκτρῳ.[*](πεισιβρότῳ τε βάκτρῳ Pauw: πισίμβροτόν τε βάκτρον M)
Ἠλέκτρα
  1. μηδ᾽ ὑπὸ Τρωίας
  2. τείχεσι φθίμενος, πάτερ,
  3. μετ᾽ ἄλλῳ[*](ἄλλῳ Stanley: ἄλλων M) δουρικμῆτι λαῷ
  4. παρὰ Σκαμάνδρου πόρον τεθάφθαι.[*](τεθάφθαι Tafel: τέθαψαι M)
  5. πάρος δ᾽ οἱ κτανόντες
  6. νιν οὕτως δαμῆναι
  7. <φίλοις[*](φίλοις ad. Conington)>, θανατηφόρον αἶσαν
  8. πρόσω[*](πρόσω Hermann: πρόσσω M) τινὰ πυνθάνεσθαι
  9. τῶνδε πόνων ἄπειρον.
Χορός
  1. ταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ,
  2. μεγάλης δὲ τύχης καὶ ὑπερβορέου
  3. μείζονα φωνεῖς: δύνασαι[*](φωνεῖς: δύνασαι Hermann: φωνεῖ ὀδυνᾶσαι M) γάρ.
  4. ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνης[*](μαράγνης Robortello: μαράγμης M)
  5. δοῦπος ἱκνεῖται: τῶν μὲν ἀρωγοὶ
  6. κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
  7. χέρες οὐχ ὅσιαι στυγερῶν τούτων,
  8. †πᾶσι δὲ μᾶλλον γεγένηται.[*](corrupta varie tentantur: fortasse ... ὅσιαι: στυγερὸν τούτων | παισὶ τί μᾶλλον γεγένηται; Schömann)
Ὀρέστης
  1. τοῦτο διαμπερὲς οὖς[*](Ηλ. add. Robortello οὖς Schütz: ὡς M)