Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- θείη[*](θείη Turnebus: θήη M) κελάδους εὐφθογγοτέρους:
- ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίων
- παιὰν[*](παιὰν Blomfield: παίων M) μελάθροις ἐν βασιλείοις
- νεοκρᾶτα φίλον κομίσειεν.[*](κομίσειεν orson: κομίζει M: sed fortasse praestat φιάλην νεοκρᾶτα κομίζοι Scaliger)
Ὀρέστης- εἰ γὰρ ὑπ᾽ Ἰλίῳ
- πρός τινος Λυκίων, πάτερ,
- δορίτμητος κατηναρίσθης,[*](κατηναρίσθης Porson: κατεναρίσθης M)
- λιπὼν ἂν εὔκλειαν ἐν δόμοισι
- τέκνων τ᾽ ἐν[*](τ᾽ ἐν Wellauer: τε M) κελεύθοις
- ἐπιστρεπτὸν αἰῶ[*](αἰῶ H. L. Ahrens: αἰῶνα M)
- κτίσας πολύχωστον ἂν εἶχες
- τάφον διαποντίου γᾶς[*](διαποντίου γᾶς Turnebus: διατοντιουτας M)
- δώμασιν εὐφόρητον.
Χορός- φίλος φίλοισι τοῖς
- ἐκεῖ καλῶς θανοῦσιν
- κατὰ χθονὸς ἐμπρέπων
- σεμνότιμος ἀνάκτωρ,
- πρόπολός τε τῶν μεγίστων
- χθονίων ἐκεῖ τυράννων:
- βασιλεὺς γὰρ ἦν,[*](ἦν, ς supra scr., M) ὄφρ᾽ ἔζης,[*](ἔζη Hermann; ἔζης M)