Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. κέκληνται γόος εὐκλεὴς
  2. προσθοδόμοις Ἀτρείδαις.
Χορός
  1. τέκνον, φρόνημα τοῦ
  2. θανόντος οὐ δαμάζει
  3. πυρὸς [ἡ[*](ἡ seclusit Porson)] μαλερὰ γνάθος,
  4. φαίνει δ᾽ ὕστερον ὀργάς:
  5. ὀτοτύζεται δ᾽ ὁ θνῄσκων,
  6. ἀναφαίνεται δ᾽ ὁ βλάπτων.
  7. πατέρων τε καὶ τεκόντων
  8. γόος ἔνδικος ματεύει
  9. τἄποιν᾽[*](τἄποιν᾽ e scholio Bothe: τὸ πᾶν M: alii aliter: ποινὰν Schütz: ῥοπὰν Hermann) ἀμφιλαφὴς ταραχθείς.
Ἠλέκτρα
  1. κλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρει
  2. πολυδάκρυτα πένθη.
  3. δίπαις τοί σ᾽[*](τοί σ᾽ Schütz: τοῖς M) ἐπιτύμβιος[*](ἐπιτύμβιος Hermann: ἐιτυμβιδίοις M)
  4. θρῆνος ἀναστενάζει.
  5. τάφος δ᾽ ἱκέτας δέδεκται
  6. φυγάδας θ᾽ ὁμοίως.
  7. τί τῶνδ᾽ εὖ, τί δ᾽ ἄτερ κακῶν;
  8. οὐκ ἀτρίακτος ἄτα;
Χορός
  1. ἀλλ᾽ ἔτ᾽ ἂν ἐκ τῶνδε θεὸς χρῄζων