Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ πρὸς πιέζει[*](πρὸς πιέζει abresch: προσπιέζει M) χρημάτων ἀχηνία,
  2. τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν,
  3. Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί,
  4. δυοῖν γυναικοῖν ὧδ᾽ ὑπηκόους πέλειν.
  5. θήλεια γὰρ φρήν: εἰ δὲ μή, τάχ᾽ εἴσεται.
Χορός
  1. ἀλλ᾽ ὦ μεγάλαι Μοῖραι,[*](μοῖρε, αι sura scr., M chori notam addidit Robortello) Διόθεν
  2. τῇδε τελευτᾶν,
  3. ᾗ τὸ δίκαιον μεταβαίνει.
  4. ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰ
  5. γλῶσσα τελείσθω: τοὐφειλόμενον
  6. πράσσουσα Δίκη μέγ᾽ ἀυτεῖ:[*](δίκη μέγ᾽ ἀυτεῖ m G: δικην μέγαυτι M)
  7. ἀντὶ δὲ πληγῆς φονίας φονίαν
  8. πληγὴν τινέτω. δράσαντι παθεῖν,
  9. τριγέρων μῦθος τάδε φωνεῖ.
Ὀρέστης
  1. ὦ πάτερ αἰνόπατες,[*](αἰνοπαθές e scholio Hartung: αἰνόπατερ M) τί σοι
  2. φάμενος ἢ τί ῥέξας
  3. τύχοιμ᾽ ἂν ἕκαθεν[*](ἕκαθεν] καθεν M, ἕ supra scr. m) οὐρίσας,
  4. ἔνθα σ᾽ ἔχουσιν εὐναί;
  5. σκότῳ φάος ἀντίμοι-
  6. ρον;[*](ἀντίμοιρον Erfurdt: ἰσοτίμοιρον M) χάριτες δ᾽ ὁμοίως