Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- λειχῆνας[*](λειχῆνας Blomfield: λιχηνας M) ἐξέσθοντας ἀρχαίαν φύσιν:
- λευκὰς δὲ κόρσας τῇδ᾽ ἐπαντέλλειν[*](ἐπαντέλλειν Robortello: ἐπαντέλλει M) νόσῳ:
- ἄλλας τ᾽ ἐφώνει[*](τ᾽ ἐφώνει Auratus: τε φωνεῖ M) προσβολάς Ἐρινύων
- ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας:[*](Post 284 in M legitur v. 288, quem illuc transposuit Hermann)
- τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος
- ἐκ προστροπαίων ἐν γένει πεπτωκότων,
- καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος
- ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ᾽ ὀφρὺν
- κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως
- χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας.
- καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος[*](κρατῆρος Robortello: κρατερὸς M) μέρος
- εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός,
- βωμῶν τ᾽ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς
- μῆνιν: δέχεσθαι <δ᾽>[*](δ᾽ add. Hermann (rasura in M)) οὔτε συλλύειν τινά.
- πάντων δ᾽ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ
- κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.[*](iniuria suspecti)
- τοιοῖσδε χρησμοῖς ἆρα[*](ἆρα stanley: ἄρα M) χρὴ πεποιθέναι;
- κεἰ μὴ πέποιθα, τοὔργον ἔστ᾽ ἐργαστέον.
- πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν[*](συμπίτνουσιν M: συμπίτουσιν m) ἵμεροι,
- θεοῦ τ᾽ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα,