Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν.[*](ἐν ἤμασιν Turnebus: ἐνήμασιν M)
  2. κόμιζ᾽, ἀπὸ σμικροῦ δ᾽ ἂν ἄρειας[*](δ᾽ ἂν ἄρειας e scholio praeclare Turnebus: δαναρίας M) μέγαν
  3. δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
Χορός
  1. ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,
  2. σιγᾶθ᾽, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα,
  3. γλώσσης χάριν δὲ πάντ᾽ ἀπαγγείλῃ τάδε
  4. πρὸς τοὺς κρατοῦντας: οὓς ἴδοιμ᾽ ἐγώ ποτε
  5. θανόντας ἐν κηκῖδι πισσήρει φλογός.
Ὀρέστης
  1. οὔτοι[*](οὔτοι Turnebus: οὔτι M) προδώσει Λοξίου μεγασθενὴς
  2. χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν,
  3. κἀξορθιάζων[*](κἀξοθριάζων M) πολλὰ καὶ δυσχειμέρους
  4. ἄτας ὑφ᾽ ἧπαρ θερμὸν ἐξαυδώμενος,
  5. εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους:
  6. τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων,
  7. ἀποχρημάτοισι ζημίαις ταυρούμενον:
  8. αὐτὸν δ᾽ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
  9. τείσειν μ᾽ ἔχοντα πολλὰ δυστερπῆ κακά.
  10. τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα[*](μηνίματα Lobeck: μειλίγματα M)
  11. βροτοῖς πιφαύσκων εἶπε, τὰς δ᾽ αἰνῶν[*](δ᾽ αἰνῶν Hermann: δὲ νῶν M) νόσους,
  12. σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις