Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων[*](πραγμάτων Robortello: πρηγμάτων M)[*]([error ex η sura scrito ortus, tamquam πημάτων indicantis]) γενοῦ:
- ἰδοῦ δὲ γένναν εὖνιν[*](γένναν εὖνιν turnebus: γέννανιν M) αἰετοῦ πατρός,
- θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν
- δεινῆς ἐχίδνης. τοὺς δ᾽ ἀπωρφανισμένους
- νῆστις πιέζει λιμός: οὐ γὰρ ἐντελεῖς[*](ἐντελεῖς Pauw: ἐντελὴς M)
- θήραν πατρῴαν[*](θήραν πατρῴαν e scholio Robortello: θήρα πατρῴα M) προσφέρειν σκηνήμασιν.
- οὕτω δὲ κἀμὲ τήνδε τ᾽, Ἠλέκτραν λέγω,[*](λέγω Aldina: ἐγὼ M)
- ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
- ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
- καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα
- πατρὸς νεοσσοὺς τούσδ᾽ ἀποφθείρας πόθεν
- ἕξεις ὁμοίας χειρὸς εὔθοινον[*](εὔθοινον G: εὔθυνον (οι supra scr. m) M) γέρας;
- οὔτ᾽ αἰετοῦ γένεθλ᾽ ἀποφθείρας, πάλιν
- πέμπειν ἔχοις ἂν σήματ᾽ εὐπιθῆ[*](εὐπειθῆ M (ι sura ει scr. m)) βροτοῖς:
- οὔτ᾽ ἀρχικός σοι πᾶς ὅδ᾽ αὐανθεὶς πυθμὴν