Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. αὐτὸς καθ᾽ αὑτοῦ τἄρα[*](τἄρα dndorf: ταρρα M) μηχανορραφῶ.
Ἠλέκτρα
  1. ἀλλ᾽ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις.
Ὀρέστης
  1. κἀν τοῖς ἐμοῖς ἄρ᾽,[*](ἐμοῖς ἄρ᾽ Turnebus: ἐμοῖσιν M) εἴπερ ἔν γε τοῖσι σοῖς.
Ἠλέκτρα
  1. ὡς ὄντ᾽ Ὀρέστην τἄρ᾽[*](τἄρ᾽ Murray: τάδ᾽ M) ἐγὼ προσεννέπω;
Ὀρέστης
  1. αὐτὸν μὲν οὖν[*](οὖν Turnebus: νῦν M) ὁρῶσα δυσμαθεῖς ἐμέ:
  2. κουρὰν δ᾽ ἰδοῦσα τήνδε κηδείου τριχὸς
  3. ἰχνοσκοποῦσά τ᾽ ἐν στίβοισι τοῖς ἐμοῖς
  4. ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ.
  5. σκέψαι τομῇ[*](σκέψαι κόμῃ hartung: σκέψαιτο μὴ M: σκέψαι τομῇ Turnebus) προσθεῖσα βόστρυχον τριχὸς
  6. σαυτῆς ἀδελφοῦ σύμμετρον[*](σύμμετρον Schütz: σκέψαιτο μὴ M: σκέψαι τομῇ Turnebus)[*](σύμμετρον Schütz: συμμέτρου M) τῷ σῷ κάρᾳ.[*](226-in codd. sic leguntur: 226, 228, 227, 230, 229: ordinem mutavit Hermann)
  7. ἰδοῦ δ᾽ ὕφασμα τοῦτο, σῆς ἔργον χερός,
  8. σπάθης τε πληγὰς ἠδὲ[*](ἠδὲ Turnebus: εἰς δὲ M) θήρειον[*](θήρειον Bamberger: θηρίον M) γραφήν.
  9. ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ᾽κπλαγῇς[*](μὴ ᾽κπλαγῇς Turnebus: μἠκπλαγιν͂ M) φρένας:
  10. τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς.
Ἠλέκτρα
  1. ὦ φίλτατον μέλημα δώμασιν πατρός,
  2. δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου,
  3. ἀλκῇ πεποιθὼς δῶμ᾽ ἀνακτήσῃ πατρός.
  4. ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον
  5. ἐμοί: προσαυδᾶν δ᾽ ἐστ᾽ ἀναγκαίως ἔχον
  6. πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει