Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
  2. οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην[*](δίκην Aldina: δίκηι (ηι in rasura) M)
  3. στροβούμεθ᾽: εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
  4. σμικροῦ γένοιτ᾽ ἂν σπέρματος μέγας πυθμήν.
  5. καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,
  6. ποδῶν[*](ποδῶν Turnebus: ποδῶν δ᾽ M) ὅμοιοι τοῖς τ᾽ ἐμοῖσιν ἐμφερεῖσ—
  7. καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
  8. αὐτοῦ τ᾽ ἐκείνου καὶ συνεμπόρου τινόσ—
  9. πτέρναι τενόντων θ᾽ ὑπογραφαὶ μετρούμεναι
  10. εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.
  11. πάρεστι δ᾽ ὠδὶς καὶ φρενῶν καταφθορά.[*](201-post 211 transponere volt Weil)
Ὀρέστης
  1. εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
  2. εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.
Ἠλέκτρα
  1. ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;
Ὀρέστης
  1. εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου[*](ἐξηύχου Robortello: ἐξηύκου M) πάλαι.
Ἠλέκτρα
  1. καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;
Ὀρέστης
  1. σύνοιδ᾽ Ὀρέστην πολλά σ᾽ ἐκπαγλουμένην.[*](ἐκπαγλουμένην Robortello: ἐκπαγλουμένης M)
Ἠλέκτρα
  1. καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων;
Ὀρέστης
  1. ὅδ᾽ εἰμί: μὴ μάτευ᾽[*](μάτευ᾽ G: μάστευ᾽ M) ἐμοῦ μᾶλλον φίλον.
Ἠλέκτρα
  1. ἀλλ᾽ ἦ δόλον τιν᾽, ὦ ξέν᾽, ἀμφί μοι πλέκεις;