Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,
- εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.
- κἀμοὶ προσέστη καρδίας κλυδώνιον
- χολῆς, ἐπαίσθην[*](ἐπαίσθην Canter: ἐπαίθην M) δ᾽ ὡς διανταίῳ βέλει:
- ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι
- σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,
- πλόκαμον ἰδούσῃ τόνδε: πῶς γὰρ ἐλπίσω
- ἀστῶν τιν᾽ ἄλλον τῆσδε δεσπόζειν φόβης;
- ἀλλ᾽ οὐδὲ μήν νιν ἡ κτανοῦσ᾽ ἐκείρατο,
- ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον
- φρόνημα παισὶ δύσθεον πεπαμένη.
- ἐγὼ δ᾽ ὅπως μὲν ἄντικρυς τάδ᾽ αἰνέσω,
- εἶναι τόδ᾽ ἀγλάισμά μοι τοῦ φιλτάτου
- βροτῶν Ὀρέστου—σαίνομαι[*](σαίνομαι] σαι alia manu scr. M) δ᾽ ὑπ᾽ ἐλπίδος.
- φεῦ.
- εἴθ᾽ εἶχε φωνὴν εὔφρον᾽ ἀγγέλου δίκην,
- ὅπως δίφροντις οὖσα μὴ ᾽κινυσσόμην,[*](μὴ᾽ κινυσσόμην Turnebus: μὴκηννυσσομην M)
- ἀλλ᾽ εὖ ᾽σαφήνει[*](᾽σ᾽αφήνει Paley: σαφηνῆ M) τόνδ᾽ ἀποπτύσαι πλόκον,
- εἴπερ γ᾽ ἀπ᾽ ἐχθροῦ κρατὸς ἦν τετμημένος,
- ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ
- ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.