Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- λέγοις ἄν: ὀρχεῖται δὲ καρδία φόβῳ.
- ὁρῶ[*](ἄν: ὀρχεῖται Turnebus: ἀνορχεῖται M) τομαῖον τόνδε βόστρυχον τάφῳ.
- τίνος ποτ᾽ ἀνδρός, ἢ βαθυζώνου κόρης;
- εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι.
- πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.
- οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό[*](κείραιτό Turnebus: κείρετό M) νιν.
- ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.
- καὶ μὴν ὅδ᾽ ἐστὶ κάρτ᾽ ἰδεῖν ὁμόπτερος.
- ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.
- αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.
- μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν[*](ἦν Scholefield: ἦ M: ᾖ G) τόδε;
- μάλιστ᾽ ἐκείνου βοστρύχοις προσείδεται.
- καὶ πῶς ἐκεῖνος δεῦρ᾽ ἐτόλμησεν μολεῖν;
- ἔπεμψε χαίτην[*](χαίτην Victorius: καὶ τὴν M) κουρίμην χάριν πατρός.