Libation Bearers

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ
  2. μητρὸς γενέσθαι χεῖρά τ᾽ εὐσεβεστέραν.
  3. ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ᾽ ἐναντίοις
  4. λέγω φανῆναί σου, πάτερ, τιμάορον,
  5. καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.[*](δίκῃ Scaliger: δίκην M)
  6. ταῦτ᾽ ἐν μέσῳ τίθημι τῆς καλῆς[*](καλῆς Schütz: κακῆς M: vv. 145-6 suspecti) ἀρᾶς,
  7. κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν:
  8. “ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
  9. σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.”
  10. τοιαῖσδ᾽ ἐπ᾽ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς.
  11. ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,
  12. παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
Χορός
  1. ἵετε δάκρυ καναχὲς ὀλόμενον
  2. ὀλομένῳ δεσπότᾳ,
  3. πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τ᾽
  4. ἀπότροπον ἄγος[*](ἀγος e scholio Victorius: ἄλγος M) ἀπεύχετον
  5. κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε,
  6. σέβας ὦ[*](σέβας ὦ Turnebus: σεβάσω M) δέσποτ᾽, ἐξ ἀμαυρᾶς φρενός.
  7. ὀτοτοτοτοτοτοτοῖ,
  8. ἴτω τις[*](ἴτω τις Bothe: ἰὼ τίς M) δορυ-