Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἅπλῶς τι φράζουσ᾽, ὅστις ἀνταποκτενεῖ.
- καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
- πῶς δ᾽ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
- κῆρυξ μέγιστε[*](μέγιστε Stanley: μεγίστη M) τῶν ἄνω τε καὶ κάτω,
- <ἄρηξον,>[*](ἄρηξον add. Klausen) Ἑρμῆ χθόνιε, κηρύξας ἐμοί,
- τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς
- εὐχάς, πατρῴων δωμάτων[*](δωμάτων Stanley: δ᾽ ὀμμάτων M) ἐπισκόπους,
- καὶ γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,
- θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει:
- κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς
- λέγω καλοῦσα πατέρ᾽, “ἐποίκτιρόν τ᾽ ἐμὲ
- φίλον τ᾽ Ὀρέστην: †πῶς ἀνάξομεν δόμοις.[*](corruta necdum sanata: φῶς τ᾽ ἄναψον ἐν δόμοις anon.: ὡς ἀναξωμεν Paley)
- πεπραμένοι[*](πεπραμένοι Casaubon: πεπραγμένοι M) γὰρ νῦν γέ πως ἀλώμεθα
- πρὸς τῆς τεκούσης, ἄνδρα δ᾽ ἀντηλλάξατο
- Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
- κἀγὼ μὲν ἀντίδουλος: ἐκ δὲ χρημάτων
- φεύγων[*](φεύγων Robortello: φεύγειν M) Ὀρέστης ἐστίν, οἱ δ᾽ ὑπερκόπως
- ἐν τοῖσι σοῖς πόνοισι[*](πόνοισι Robortello: πόνοισιν M) χλίουσιν μέγα.[*](μέγα Turnebus: μέτα M)
- ἐλθεῖν δ᾽ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
- κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ: