Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- πράξαντι μὲν ταῦτ᾽ ἐκτὸς αἰτίας κακῆς
- εἶναι, παρέντα δ᾽—οὐκ ἐρῶ τὴν ζημίαν:
- τόξῳ γὰρ οὔτις πημάτων προσίξεται.
- καὶ νῦν ὁρᾶτέ μ᾽, ὡς παρεσκευασμένος
- ξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαι
- μεσόμφαλόν θ᾽ ἵδρυμα, Λοξίου πέδον,
- πυρός τε φέγγος ἄφθιτον κεκλημένον,
- φεύγων τόδ᾽ αἷμα κοινόν: οὐδ᾽ ἐφ᾽ ἑστίαν[*](ἐφ᾽ ἑστίαν Turnebus: ἐφέστιον M)[*](Post 1039 legitur in codd. 1041: transposuit Blomfield)
- ἄλλην τραπέσθαι Λοξίας ἐφίετο.
- καὶ μαρτυρεῖν μὲν ὡς[*](μὲν ὡς Blomfield: μοι μενέλεως M) ἐπορσύνθη κακὰ
- τάδ᾽ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω:
- φεύγω[*](φεύγω Weil: ἐγὼ M) δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος,
- ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών.
- ἀλλ᾽ εὖ γ᾽ ἔπραξας,[*](γ᾽ ἔπραξας Tyrwhitt: τε πράξας M) μηδ᾽ ἐπιζευχθῇς[*](ἐπιζευχθῇς Heath: ἐπιζεύχθη M) στόμα
- φήμῃ πονηρᾷ[*](φήμῃ πονηρᾷ Auratus: φῆμαι πονηραὶ M) μηδ᾽ ἐπιγλωσσῶ κακά,[*](κακά: ἠλευθέρωσας Blomfield)
- ἐλευθερώσας πᾶσαν Ἀργείων[*](Ἀργείων Porson: ἀργείην M) πόλιν,
- δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
- ἆ, ἆ. δμωαὶ γυναῖκες αἵδε Γοργόνων δίκην
- φαιοχίτωνες καὶ πεπλεκτανημέναι
- πυκνοῖς δράκουσιν: οὐκέτ᾽ ἂν μείναιμ᾽[*](οὐκέτ᾽ ἂν μείναιμ᾽ Tzetzes: οὐκ ἔτ᾽ ἀμμείνοιμ᾽ M) ἐγώ.