Libation Bearers
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τίνες σὲ δόξαι, φίλτατ᾽ ἀνθρώπων πατρί,
- στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ[*](φόβου νικῶ Porson: φοβοῦ νικῶν M) πολύ.
- οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί:
- σαφῶς[*](σαφεῖς Wecklein) γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
- ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι:
- ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
- ἄναξ Ἄπολλον, αἵδε πληθύουσι[*](πληθύουσι Turnebus: πληθύουσαι M) δή,
- κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.
- ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ᾽, ἐγὼ δ᾽ ὁρῶ:
- ἐλαύνομαι δὲ κοὐκέτ᾽ ἂν μείναιμ᾽[*](κοὐκέτ᾽ ἂν μείναιμ᾽ Robortello: κοὐκ ἔτ᾽ ἀμμείναιμ᾽ M) ἐγώ.
- ἀλλ᾽ εὐτυχοίης, καί σ᾽ ἐποπτεύων πρόφρων
- θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.