Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- θάρσος εὐπειθὲς ἵ-
- ζει φρενὸς φίλον θρόνον;
- χρόνος δʼ ἐπὶ πρυμνησίων ξυνεμβολαῖς
- ψαμμίʼ ἀκτᾶς παρή-
- μησεν, εὖθʼ ὑπʼ Ἴλιον
- ὦρτο ναυβάτας στρατός.
- πεύθομαι δʼ ἀπʼ ὀμμάτων
- νόστον, αὐτόμαρτυς ὤν·
- τὸν δʼ ἄνευ λύρας ὅμως ὑμνῳδεῖ
- θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν
- θυμός, οὐ τὸ πᾶν ἔχων
- ἐλπίδος φίλον θράσος.
- σπλάγχνα δʼ οὔτοι ματᾴ-
- ζει πρὸς ἐνδίκοις φρεσὶν
- τελεσφόροις δίναις κυκώμενον κέαρ.
- εὔχομαι δʼ ἐξ ἐμᾶς
- ἐλπίδος ψύθη πεσεῖν
- ἐς τὸ μὴ τελεσφόρον.
- μάλα γέ τοι τὸ μεγάλας ὑγιείας
- ἀκόρεστον τέρμα· νόσος γάρ