Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. γείτων ὁμότοιχος ἐρείδει.
  2. καὶ πότμος εὐθυπορῶν
  3. ---
  4. ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα.
  5. καὶ πρὸ μέν τι χρημάτων
  6. κτησίων ὄκνος βαλὼν
  7. σφενδόνας ἀπʼ εὐμέτρου,
  8. οὐκ ἔδυ πρόπας δόμος
  9. πημονᾶς γέμων ἄγαν,
  10. οὐδʼ ἐπόντισε σκάφος.
  11. πολλά τοι δόσις ἐκ Διὸς ἀμφιλα-
  12. φής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν
  13. νῆστιν ὤλεσεν νόσον.
Χορός
  1. τὸ δʼ ἐπὶ γᾶν πεσὸν ἅπαξ θανάσιμον
  2. πρόπαρ ἀνδρὸς μέλαν αἷμα τίς ἂν
  3. πάλιν ἀγκαλέσαιτʼ ἐπαείδων;
  4. οὐδὲ τὸν ὀρθοδαῆ
  5. τῶν φθιμένων ἀνάγειν
  6. Ζεὺς ἀπέπαυσεν ἐπʼ εὐλαβείᾳ;
  7. εἰ δὲ μὴ τεταγμένα