Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. οἶκος δʼ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλις
  2. ἔχειν· πένεσθαι δʼ οὐκ ἐπίσταται δόμος.
  3. πολλῶν πατησμὸν δʼ εἱμάτων ἂν ηὐξάμην,
  4. δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,
  5. ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ.
  6. ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετʼ ἐς δόμους,
  7. σκιὰν ὑπερτείνασα σειρίου κυνός.
  8. καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
  9. θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν·
  10. ὅταν δὲ τεύχῃ Ζεὺς ἀπʼ ὄμφακος πικρᾶς
  11. οἶνον, τότʼ ἤδη ψῦχος ἐν δόμοις πέλει,
  12. ἀνδρὸς τελείου δῶμʼ ἐπιστρωφωμένου.
  13. Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει·
  14. μέλοι δέ τοι σοὶ τῶν περ ἂν μέλλῃς τελεῖν.
Χορός
  1. τίπτε μοι τόδʼ ἐμπέδως
  2. δεῖμα προστατήριον
  3. καρδίας τερασκόπου ποτᾶται,
  4. μαντιπολεῖ δʼ ἀκέλευστος ἄμισθος ἀοιδά,
  5. οὐδʼ ἀποπτύσαι δίκαν
  6. δυσκρίτων ὀνειράτων