Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τοῖς δʼ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.
- ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;
- πιθοῦ· κράτος μέντοι πάρες γʼ ἑκὼν ἐμοί.
- ἀλλʼ εἰ δοκεῖ σοι ταῦθʼ, ὑπαί τις ἀρβύλας
- λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.
- καὶ τοῖσδέ μʼ ἐμβαίνονθʼ ἁλουργέσιν θεῶν
- μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.
- πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν
- φθείροντα πλοῦτον ἀργυρωνήτους θʼ ὑφάς.
- τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶς
- τήνδʼ ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶς
- θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
- ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
- αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
- ἄνθος, στρατοῦ δώρημʼ, ἐμοὶ ξυνέσπετο.
- ἐπεὶ δʼ ἀκούειν σοῦ κατέστραμμαι τάδε,
- εἶμʼ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.
- ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;
- τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον
- κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.