Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- μηδʼ εἵμασι στρώσασʼ ἐπίφθονον πόρον
- τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών·
- ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
- βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
- λέγω κατʼ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.
- χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
- κληδὼν ἀυτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖν
- θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ
- βίον τελευτήσαντʼ ἐν εὐεστοῖ φίλῃ.
- εἰ πάντα δʼ ὣς πράσσοιμʼ ἄν, εὐθαρσὴς ἐγώ.
- καὶ μὴν τόδʼ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.
- γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντʼ ἐμέ.
- ηὔξω θεοῖς δείσας ἂν ὧδʼ ἔρδειν τάδε.
- εἴπερ τις, εἰδώς γʼ εὖ τόδʼ ἐξεῖπον τέλος.
- τί δʼ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδʼ ἤνυσεν;
- ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.
- μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.
- φήμη γε μέντοι δημόθρους μέγα σθένει.
- ὁ δʼ ἀφθόνητός γʼ οὐκ ἐπίζηλος πέλει.
- οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.