Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος·
- τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.
- τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.
- φθόνος δʼ ἀπέστω· πολλὰ γὰρ τὰ πρὶν κακὰ
- ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα,
- ἔκβαινʼ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς
- τὸν σὸν πόδʼ, ὦναξ, Ἰλίου πορθήτορα.
- δμῳαί, τί μέλλεθʼ, αἷς ἐπέσταλται τέλος
- πέδον κελεύθου στρωννύναι πετάσμασιν;
- εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος
- ἐς δῶμʼ ἄελπτον ὡς ἂν ἡγῆται δίκη.
- τὰ δʼ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη
- θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.
- Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
- ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ·
- μακρὰν γὰρ ἐξέτεινας· ἀλλʼ ἐναισίμως
- αἰνεῖν, παρʼ ἄλλων χρὴ τόδʼ ἔρχεσθαι γέρας·
- καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ
- ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην
- χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,