Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα
- ἐμοὶ προφωνῶν, τόν θʼ ὑπʼ Ἰλίῳ σέθεν
- κίνδυνον, εἴ τε δημόθρους ἀναρχία
- βουλὴν καταρρίψειεν, ὥστε σύγγονον
- βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.
- τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.
- ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι
- πηγαὶ κατεσβήκασιν, οὐδʼ ἔνι σταγών.
- ἐν ὀψικοίτοις δʼ ὄμμασιν βλάβας ἔχω
- τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας
- ἀτημελήτους αἰέν. ἐν δʼ ὀνείρασιν
- λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην
- ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη
- ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.
- νῦν ταῦτα πάντα τλᾶσʼ ἀπενθήτῳ φρενὶ
- λέγοιμʼ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,
- σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης
- στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,
- καὶ γῆν φανεῖσαν ναυτίλοις παρʼ ἐλπίδα,
- κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,