Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα
  2. ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,
  3. πολλὰς κλύουσαν κληδόνας παλιγκότους·
  4. καὶ τὸν μὲν ἥκειν, τὸν δʼ ἐπεσφέρειν κακοῦ
  5. κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις.
  6. καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν
  7. ἀνὴρ ὅδʼ, ὡς πρὸς οἶκον ὠχετεύετο
  8. φάτις, τέτρηται δικτύου πλέον λέγειν.
  9. εἰ δʼ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι,
  10. τρισώματός τἂν Γηρυὼν ὁ δεύτερος
  11. πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,
  12. χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν,
  13. ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι.
  14. τοιῶνδʼ ἕκατι κληδόνων παλιγκότων
  15. πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης
  16. ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης.
  17. ἐκ τῶνδέ τοι παῖς ἐνθάδʼ οὐ παραστατεῖ,
  18. ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων,
  19. ὡς χρῆν, Ὀρέστης· μηδὲ θαυμάσῃς τόδε.
  20. τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος